Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.262 Joseph. AJ 7.265 (English) >>Joseph. AJ 7.270

7.264οὗτοι σὺν τῇ Ἰούδα φυλῇ τὸν ποταμὸν ἐγεφύρωσαν, ἵνα ῥᾷστα διαβῇ μετὰ τῶν ἰδίων βασιλεύς. ὡς δὲ ἧκεν ἐπὶ τὸν Ἰόρδανον ἠσπάσατο μὲν αὐτὸν Ἰούδα φυλή, προσπεσὼν δʼ ἀναβάντι ἐπὶ τὴν γέφυραν Σαμούις καὶ κατασχὼν αὐτοῦ τοὺς πόδας ἐδεῖτο συγγνῶναι περὶ τῶν εἰς αὐτὸν ἡμαρτημένων καὶ μὴ γενέσθαι πικρὸν αὐτῷ μηδὲ τοῦτο πρῶτον ἡγήσασθαι τὴν τιμωρίαν ἐν ἐξουσίᾳ γενόμενον, λογίσασθαι δʼ ὅτι καὶ μετανοήσας ἐφʼ οἷς ἐσφάλη πρῶτος ἐλθεῖν πρὸς αὐτὸν ἔσπευσε. 7.265ταῦτα δʼ ἀντιβολοῦντος αὐτοῦ καὶ οἰκτιζομένου Ἀβεσσαῖος Ἰωάβου ἀδελφός, “διὰ τοῦτο οὖν, εἶπεν, οὐ τεθνήξῃ βλασφημήσας τὸν ὑπὸ τοῦ θεοῦ κατασταθέντα βασιλεύειν;” Δαυίδης δʼ ἐπιστραφεὶς πρὸς αὐτόν, “οὐ παύσεσθʼ, εἶπεν, Σαρουίας παῖδες; μὴ κινήσητε πάλιν ἡμῖν καινὰς ἐπὶ ταῖς πρώταις ταραχὰς καὶ στάσεις· 7.266οὐ γὰρ ἀγνοεῖν ὑμᾶς προσῆκεν, ὅτι σήμερον ἄρχομαι τῆς βασιλείας. διὸ πᾶσιν ἀφιέναι τὰς κολάσεις τοῖς ἀσεβήσασιν ὄμνυμι καὶ μηδενὶ τῶν ἁμαρτόντων ἐπεξελθεῖν. σύ τε, εἶπεν, Σαμούι, θάρρει καὶ δείσῃς μηδὲν ὡς τεθνηξόμενος.” δὲ προσκυνήσας αὐτὸν προῆγεν. 7.267

Ἀπήντησε δʼ αὐτῷ καὶ Σαούλου υἱωνὸς Μεμφίβοσθος ῥυπαράν τε τὴν ἐσθῆτα περικείμενος καὶ τὴν κόμην βαθεῖαν καὶ κατημελημένην ἔχων· μετὰ γὰρ τὴν Δαυίδου φυγὴν οὔτε ἀπεκείρατο λυπούμενος οὔτʼ ἐκάθηρε τὴν ἐσθῆτα κατακρίνας αὑτοῦ συμφορὰν ταύτην ἐπὶ τῇ τοῦ βασιλέως μεταβολῇ· διεβέβλητο δὲ καὶ ὑπὸ τοῦ ἐπιτρόπου Σιβᾶ πρὸς αὐτὸν ἀδίκως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.262 Joseph. AJ 7.265 (English) >>Joseph. AJ 7.270

Powered by PhiloLogic